Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.171 | Dem. 21.174 (English) | >>Dem. 21.177 |
21.173ἀλλὰ μὴν κἀκεῖνό γʼ ἐπίστασθε , ὅτι τῆς μὲν Παράλου ταμιεύσας Κυζικηνῶν ἥρπασε πλεῖν ἢ πέντε τάλαντα , ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην , πάντα τρόπον περιωθῶν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκεν , τὰ χρήματα δʼ αὐτὸς ἔχει · ἵππαρχος δὲ χειροτονηθεὶς λελύμανται τὸ ἱππικὸν ὑμῶν , τοιούτους θεὶς νόμους οὓς πάλιν αὐτὸς ἔξαρνος ἦν μὴ τεθεικέναι .
21.174καὶ τῆς μὲν Παράλου ταμιεύων τότε , ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον εἰς Εὔβοιαν ἐποιεῖσθʼ ὑμεῖς , δώδεκα τῆς πόλεως τάλαντʼ ἀναλίσκειν ταχθείς , ἀξιούντων ὑμῶν πλεῖν καὶ παραπέμπειν τοὺς στρατιώτας οὐκ ἐβοήθησεν , ἀλλʼ ἤδη τῶν σπονδῶν γεγονυιῶν , ἃς Διοκλῆς ἐσπείσατο Θηβαίοις , ἧκεν . καὶ τόθʼ ἡττᾶτο πλέων τῶν ἰδιωτικῶν τριήρων μιᾶς · οὕτως εὖ τὴν ἱερὰν τριήρη παρεσκευάκει . ἱππαρχῶν τοίνυν , τί οἴεσθε τἄλλα ; ἀλλʼ ἵππον , ἵππον οὐκ ἐτόλμησεν ὁ λαμπρὸς καὶ πλούσιος οὗτος πρίασθαι , ἀλλʼ ἐπʼ ἀλλοτρίου τὰς πομπὰς ἡγεῖτο , τοῦ Φιλομήλου τοῦ Παιανιέως ἵππου · καὶ ταῦτα πάντες ἴσασιν οἱ ἱππεῖς . καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω , κάλει μοι καὶ τούτων τοὺς μάρτυρας .βούλομαι τοίνυν ὑμῖν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ ὅσων ἤδη καταχειροτονήσαντος τοῦ δήμου περὶ τὴν ἑορτὴν ἀδικεῖν ὑμεῖς κατεγνώκατε , εἰπεῖν , καὶ δεῖξαι τί πεποιηκότες αὐτῶν ἔνιοι τίνος ὀργῆς τετυχήκασι παρʼ ὑμῶν , ἵνα ταῦτα πρὸς τὰ τούτῳ πεπραγμένʼ ἀντιθῆτε . πρῶτον μὲν τοίνυν , ἵνα πρώτης τῆς τελευταίας γεγονυίας μνησθῶ καταγνώσεως , περὶ τὰ μυστήριʼ ἀδικεῖν Εὐάνδρου κατεχειροτόνησεν ὁ δῆμος τοῦ Θεσπιῶς , προβαλλομένου αὐτὸν Μενίππου , Καρός τινος ἀνθρώπου . ἔστι δʼ ὁ αὐτὸς νόμος τῷδε τῷ περὶ τῶν Διονυσίων ὁ περὶ τῶν μυστηρίων , κἀκεῖνος ὕστερος τοῦδʼ ἐτέθη .
Μάρτυρες
21.175
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.171 | Dem. 21.174 (English) | >>Dem. 21.177 |